Περιφορά της Εκατονταπυλιανής στην Πάρο
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφεὶμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή· πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ὠδήν, νῦν τῇ πανυμνήτῳ Θεοτόκῳ χαρμονικῶς· μετὰ τοῦ Προδρόμου καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὴν εἰκόνα σου τὴν σεπτὴν, τὴν ἱστορηθεῖσαν ὑπὸ τοῦ Ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν ὁδηγήτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαὶ, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Παναγία η Πορταΐτισσα, στη Μονή Ιβήρων
Η Πορταΐτισσα στην Αστυπάλαια
Η Καστριανή στην Τζια (αριστερά),
η Καταπολιανή στην Αμοργό (δεξιά)
Η Φανερωμένη της Ύδρας (κάτω)
Η Παναγία του Νίκους (Νικοποιός) στην Κύθνο
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου